Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.97 Dem. 21.100 (English) >>Dem. 21.103

21.99τί οὖν ὑπόλοιπον; ἐλεῆσαι νὴ Δία· παιδία γὰρ παραστήσεται καὶ κλαήσει καὶ τούτοις αὑτὸν ἐξαιτήσεται· τοῦτο γὰρ λοιπόν. ἀλλʼ ἴστε δήπου τοῦθʼ ὅτι τοὺς ἀδίκως τι πάσχοντας, μὴ δυνήσονται φέρειν, ἐλεεῖν προσήκει, οὐ τοὺς ὧν πεποιήκασι δεινῶν δίκην διδόντας. καὶ τίς ἂν ταῦτʼ ἐλεήσειε δικαίως, ὁρῶν τὰ τοῦδʼ οὐκ ἐλεηθένθʼ ὑπὸ τούτου, τῇ τοῦ πατρὸς συμφορᾷ χωρὶς τῶν ἄλλων κακῶν οὐδʼ ἐπικουρίαν ἐνοῦσαν ὁρᾷ. οὐ γάρ ἐστιν ὄφλημʼ τι χρὴ καταθέντʼ ἐπίτιμον γενέσθαι τουτονί, ἀλλʼ ἁπλῶς οὕτως ἠτίμωται τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως τῆς Μειδίου. 21.100τίς οὖν ὑβρίζων παύσεται καὶ διʼ ταῦτα ποιεῖ χρήματʼ ἀφαιρεθήσεται, εἰ τοῦτον ὥσπερ δεινὰ πάσχοντʼ ἐλεήσετε; εἰ δέ τις πένης μηδὲν ἠδικηκὼς ταῖς ἐσχάταις συμφοραῖς ἀδίκως ὑπὸ τούτου περιπέπτωκε, τούτῳ δʼ οὐδὲ συνοργισθήσεσθε; μηδαμῶς· οὐδεὶς γάρ ἐστι δίκαιος τυγχάνειν ἐλέου τῶν μηδένʼ ἐλεούντων, οὐδὲ συγγνώμης τῶν ἀσυγγνωμόνων. 21.101ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους φέρειν ἀξιοῦν παρʼ ἑαυτῶν εἰς τὸν βίον αὑτοῖς ἔρανον παρὰ πάνθʼ ὅσα πράττουσιν· οἷον ἐγώ τις οὑτοσὶ μέτριος πρὸς ἅπαντάς εἰμʼ, ἐλεήμων, εὖ ποιῶν πολλούς· ἅπασι προσήκει τῷ τοιούτῳ ταὔτʼ εἰσφέρειν, ἐάν του καιρὸς χρεία παραστῇ. ἕτερος οὑτοσί τις βίαιος, οὐδένʼ οὔτʼ ἐλεῶν οὔθʼ ὅλως ἄνθρωπον ἡγούμενος· τούτῳ τὰς ὁμοίας φορὰς παρʼ ἑκάστου δίκαιον ὑπάρχειν. σὺ δή, πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ, τοῦτον δίκαιος εἶ συλλέξασθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.97 Dem. 21.100 (English) >>Dem. 21.103

Powered by PhiloLogic